Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.305 Joseph. AJ 18.310 (English) >>Joseph. AJ 18.315

18.308Πετρωνίῳ δὲ προτέρα μὲν παρῆν διασαφοῦσα τοῦ Γαΐου τὴν τελευτὴν ἐπιστολή, μετʼ οὐ πολὺ δὲ κελεύουσα αὐτὸν τελευτᾶν αὐτόχειρα, καὶ ἥσθη τε τῇ συντυχίᾳ τοῦ ὀλέθρου, ὃς τὸν Γάιον κατέλαβεν, 18.309καὶ τοῦ θεοῦ τὴν πρόνοιαν ἐξεθαύμασεν οὐδὲν εἰς ἀναβολὰς ἀλλʼ ἐκ τοῦ ὀξέος μισθὸν αὐτῷ τιμῆς τε τῆς εἰς τὸν ναὸν καὶ βοηθείας τῆς Ἰουδαίων σωτηρίας παρασχομένου. καὶ Πετρωνίῳ μὲν οὕτως μὴ ἂν τοπασθεὶς διεφεύχθη ῥᾳδίως κίνδυνος τοῦ θανεῖν. 18.310

Γίνεται δὲ καὶ περὶ τοὺς ἐν τῇ Μεσοποταμίᾳ καὶ μάλιστα τὴν Βαβυλωνίαν οἰκοῦντας Ἰουδαίους συμφορὰ δεινὴ καὶ οὐδεμιᾶς ἧστινος ἐλάσσων φόνος τε αὐτῶν πολὺς καὶ ὁπόσος οὐχ ἱστορημένος πρότερον. περὶ ὧν δὴ τὰ πάντα ἐπʼ ἀκριβὲς διηγησάμενος ἐκθήσομαι καὶ τὰς αἰτίας, ἀφʼ ὧν αὐτοῖς τὸ πάθος συνέτυχεν. 18.311Νέερδα τῆς Βαβυλωνίας ἐστὶ πόλις ἄλλως τε πολυανδροῦσα καὶ χώραν ἀγαθὴν καὶ πολλὴν ἔχουσα καὶ σὺν ἄλλοις ἀγαθοῖς καὶ ἀνθρώπων ἀνάπλεως. ἔστιν δὲ καὶ πολεμίοις οὐκ εὐέμβολος περιόδῳ τε τοῦ Εὐφράτου πᾶσαν ἐντὸς αὐτὴν ἀπολαμβάνοντος καὶ κατασκευαῖς τειχῶν. 18.312ἔστιν δὲ καὶ Νίσιβις πόλις κατὰ τὸν αὐτὸν τοῦ ποταμοῦ περίρρουν, ὅθεν Ἰουδαῖοι τῇ φύσει τῶν χωρίων πεπιστευκότες τό τε δίδραχμον, τῷ θεῷ καταβάλλειν ἑκάστοις πάτριον, ταύτῃ κατετίθεντο καὶ ὁπόσα δὲ ἄλλα ἀναθήματα, ἐχρῶντό τε ὥσπερ ταμιείῳ ταῖσδε ταῖς πόλεσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 18.305 Joseph. AJ 18.310 (English) >>Joseph. AJ 18.315

Powered by PhiloLogic